Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.97 | Dem. 23.100 (English) | >>Dem. 23.104 |
23.99ἔτι τοίνυν ἔμοιγε δοκεῖ καὶ σφόδρʼ ἀναιδὴς ὁ τοιοῦτος εἶναι λόγος , ὡς γέγονεν καὶ πρότερόν τισιν ἄλλοις τοιαῦτα ψηφίσματα . οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη , σὺ δὲ τοῦτʼ ἐμιμήσω , διὰ τοῦτʼ ἀποφεύγειν σοι προσήκει , ἀλλὰ τοὐναντίον πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα . ὥσπερ γάρ , εἴ τις ἐκείνων ἑάλω , σὺ τάδʼ οὐκ ἂν ἔγραψας , οὕτως , ἐὰν σὺ νῦν ἁλῷς , ἄλλος οὐ γράψει .
ὡς μὲν τοίνυν οὐ παρὰ πάντας τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμʼ Ἀριστοκράτης , οὐκ οἶμαι λέγειν αὐτὸν ἕξειν · ἤδη δέ τινʼ εἶδον , ὦ ἄνδρες Ἀθηναῖοι , γραφὴν ἀγωνιζόμενον παρανόμων τοῖς νόμοις μὲν ἁλισκόμενον , ὡς δὲ συμφέρονθʼ ὑμῖν γέγραφεν λέγειν ἐπιχειροῦντα καὶ ταύτῃ βιαζόμενον , εὐήθη μέν , οἶμαι , μᾶλλον δʼ ἀναιδῆ λόγον .
23.101εἰ γὰρ καὶ κατὰ τἄλλα πάντα συμφέρει τὰ εἰρημένα , ᾗ γʼ ὀμωμοκότας κατὰ τοὺς νόμους δικάσειν ὑμᾶς ἀξιοῖ κυροῦν ἃ μηδʼ αὐτὸς ἔχει δικαίως δεῖξαι γεγραμμένα , ἀσύμφορʼ ἂν εἴη , εἴπερ τὸ εὐορκεῖν περὶ πλείστου πᾶσίν ἐστι ποιητέον · οὐ μὴν ἀλλʼ ἔχει τινʼ ὅμως ἡ ἀναίδειʼ αὕτη λόγον . τούτῳ τοίνυν οὐδʼ οὗτος ἐνέσται πρὸς ὑμᾶς ὁ λόγος · οὕτω γὰρ σφόδρʼ ἐναντίον ὂν τοῖς νόμοις τὸ ψήφισμα μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον .
23.102βούλομαι δʼ ἤδη καὶ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι . ἵνα δʼ ὡς διὰ βραχυτάτου λόγου δῆλον ὃ βούλομαι ποιήσω , παράδειγμά τι γνώριμον πᾶσιν ὑμῖν ἐρῶ . ἴσθʼ ὅτι συμφέρει τῇ πόλει μήτε Θηβαίους μήτε Λακεδαιμονίους ἰσχύειν , ἀλλὰ τοῖς μὲν Φωκέας ἀντιπάλους , τοῖς δʼ ἄλλους τινὰς εἶναι · ἐκ γὰρ τοῦ ταῦθʼ οὕτως ἔχειν ἡμῖν ὑπάρχει μεγίστοις οὖσιν ἀσφαλῶς οἰκεῖν .
23.100
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.97 | Dem. 23.100 (English) | >>Dem. 23.104 |